Εὐαγγέλιον: ἡμέρας, Σαβ. β΄ ἑβδ. Λουκᾶ (Λκ. ε΄ 17-26) Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς. καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ. καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν αὐτῷ· ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός; ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – εἶπε τῷ παραλελυμένῳ· σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου. καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾿ ὃ κατέκειτο ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεόν. καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν Θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον. ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
|
ΠΑΝΕΛΛΗΝΙΟΣ ΕΝΩΣΙΣ ΓΟΝΕΩΝ "Η ΧΡΙΣΤΙΑΝΙΚΗ ΑΓΩΓΗ"
Λεωφόρος Σοφοκλῆ Βενιζέλου 130, Τ.Κ. 163 45 Ἡλιούπολη
Ἡ Γ. Ε. Χ. Α. εἶναι Πανελλήνιο Σωματεῑο μέ 60 τμήματα στίς περισσότερες πόλεις τῆς Ἑλλάδος καί στίς Συνοικίες τῆς περιοχῆς Ἀθηνῶν. Σκοπός της εἶναι ἡ τόνωσις τοῦ θρησκευτικοῦ φρονήματος τοῦ Ἑλληνικοῦ λαοῦ καί ἡ ἐνίσχυσις τοῦ θεσμοῦ τῆς Οἰκογενείας ὅπως αὐτός διαμορφώθηκε κάτω ἀπό τήν ἐπίδραση τῆς Ὀρθοδόξου Ἑλληνικῆς Ἐκκλησίας ὡς φορέα καί θεματοφύλακα τῶν Χριστιανικῶν καί Ἐθνικῶν παραδόσεων.
Γραφεῖα κεντρικοῦ: ὁδός Μαυρομιχάλη 32 (106 80) Ἀθήνα.
Τηλ. & Fax: 210-3638793 E-mail: gexaathens@yahoo.gr

Σάββατο 28 Σεπτεμβρίου 2013
Σάββατο 28 Σεπτεμβρίου
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Γράψετε το σχόλιο σας εδώ: